Euripides - Medea - Lines 600-758 lyrics

Published

0 182 0

Euripides - Medea - Lines 600-758 lyrics

{Ια.} οἶσθ' ὡς μέτευξαι καὶ σοφωτέρα φανῆι• (600) τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαί ποτε, μηδ' εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν. {Μη.} ὕβριζ', ἐπειδὴ σοὶ μὲν ἔστ' ἀποστροφή, ἐγὼ δ' ἔρημος τήνδε φευξοῦμαι χθόνα. {Ια.} αὐτὴ τάδ' εἵλου• μηδέν' ἄλλον αἰτιῶ. (605) {Μη.} τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε; {Ια.} ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη. {Μη.} καὶ σοῖς ἀραία γ' οὖσα τυγχάνω δόμοις. {Ια.} ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα. ἀλλ', εἴ τι βούληι παισὶν ἢ σαυτῆι φυγῆς (610) προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν, λέγ'• ὡς ἕτοιμος ἀφθόνωι δοῦναι χερὶ ξένοις τε πέμπειν σύμβολ', οἳ δράσουσί σ' εὖ. καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι• λήξασα δ' ὀργῆς κερδανεῖς ἀμείνονα. (615) {Μη.} οὔτ' ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ' ἂν οὔτ' ἄν τι δεξαίμεσθα, μηδ' ἡμῖν δίδου• κακοῦ γὰρ ἀνδρὸς δῶρ' ὄνησιν οὐκ ἔχει. {Ια.} ἀλλ' οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι ὡς πάνθ' ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω• (620) σοὶ δ' οὐκ ἀρέσκει τἀγάθ', ἀλλ' αὐθαδίαι φίλους ἀπωθῆι• τοιγὰρ ἀλγυνῆι πλέον. {Μη.} χώρει• πόθωι γὰρ τῆς νεοδμήτου κόρης αἱρῆι χρονίζων δωμάτων ἐξώπιος. νύμφευ'• ἴσως γάρ, σὺν θεῶι δ' εἰρήσεται, (625) γαμεῖς τοιοῦτον ὥστε θρηνεῖσθαι γάμον. {Χο.} ἔρωτες ὑπὲρ μὲν ἄγαν ἐλθόντες οὐκ εὐδοξίαν οὐδ' ἀρετὰν παρέδωκαν ἀνδράσιν• εἰ δ' ἅλις ἔλθοι (630) Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτω. (632) μήποτ', ὦ δέσποιν', ἐπ' ἐμοὶ χρυσέων τόξων ἀφείης (633-634) ἱμέρωι χρίσασ' ἄφυκτον οἰστόν. (635) στέργοι δέ με σωφροσύνα, δώρημα κάλλιστον θεῶν• μηδέ ποτ' ἀμφιλόγους ὀργὰς ἀκόρεστά τε νείκη θυμὸν ἐκπλήξασ' ἑτέροις ἐπὶ λέκτροις (640) προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ' εὐνὰς σεβίζουσ' (642-643) ὀξύφρων κρίνοι λέχη γυναικῶν. (644) ὦ πατρίς, ὦ δώματα, μὴ (645) δῆτ' ἄπολις γενοίμαν τὸν ἀμηχανίας ἔχουσα δυσπέρατον αἰῶν', (648) οἰκτρότατον ἀχέων. θανάτωι θανάτωι πάρος δαμείην (650) ἁμέραν τάνδ' ἐξανύσα- σα• μόχθων δ' οὐκ ἄλλος ὕπερ- θεν ἢ γᾶς πατρίας στέρεσθαι. εἴδομεν, οὐκ ἐξ ἑτέρων μῦθον ἔχω φράσασθαι• (655) σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις οἰκτιρεῖ παθοῦσαν (656-657) δεινότατα παθέων. (658) ἀχάριστος ὄλοιθ' ὅτωι πάρεστιν μὴ φίλους τιμᾶν καθαρᾶν (660) ἀνοίξαντα κλῆιδα φρενῶν• ἐμοὶ μὲν φίλος οὔποτ' ἔσται. {ΑΙΓΕΥΣ} Μήδεια, χαῖρε• τοῦδε γὰρ προοίμιον (663) κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους. {Μη.} ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος, (665) Αἰγεῦ. πόθεν γῆς τῆσδ' ἐπιστρωφᾶι πέδον; {Αι.} Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον. {Μη.} τί δ' ὀμφαλὸν γῆς θεσπιωιδὸν ἐστάλης; {Αι.} παίδων ἐρευνῶν σπέρμ' ὅπως γένοιτό μοι. {Μη.} πρὸς θεῶν, ἄπαις γὰρ δεῦρ' ἀεὶ τείνεις βίον; (670) {Αι.} ἄπαιδές ἐσμεν δαίμονός τινος τύχηι. {Μη.} δάμαρτος οὔσης ἢ λέχους ἄπειρος ὤν; {Αι.} οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου. {Μη.} τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι; {Αι.} σοφώτερ' ἢ κατ' ἄνδρα συμβαλεῖν ἔπη. (675) {Μη.} θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ; {Αι.} μάλιστ', ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός. {Μη.} τί δῆτ' ἔχρησε; λέξον, εἰ θέμις κλύειν. {Αι.} ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα ... {Μη.} πρὶν ἂν τί δράσηις ἢ τίν' ἐξίκηι χθόνα; (680) {Αι.} πρὶν ἂν πατρώιαν αὖθις ἑστίαν μόλω. {Μη.} σὺ δ' ὡς τί χρήιζων τήνδε ναυστολεῖς χθόνα; {Αι.} Πιτθεύς τις ἔστι, γῆς ἄναξ Τροζηνίας. {Μη.} παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος. {Αι.} τούτωι θεοῦ μάντευμα κοινῶσαι θέλω. (685) {Μη.} σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε. {Αι.} κἀμοί γε πάντων φίλτατος δορυξένων. {Μη.} ἀλλ' εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾶις. {Αι.} τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ' ὅδε; {Μη.} Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις. (690) {Αι.} τί φήις; σαφῶς μοι σὰς φράσον δυσθυμίας. {Μη.} ἀδικεῖ μ' Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών. {Αι.} τί χρῆμα δράσας; φράζε μοι σαφέστερον. {Μη.} γυναῖκ' ἐφ' ἡμῖν δεσπότιν δόμων ἔχει. {Αι.} οὔ που τετόλμηκ' ἔργον αἴσχιστον τόδε; (695) {Μη.} σάφ' ἴσθ'• ἄτιμοι δ' ἐσμὲν οἱ πρὸ τοῦ φίλοι. {Αι.} πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος; {Μη.} μέγαν γ' ἔρωτα• πιστὸς οὐκ ἔφυ φίλοις. {Αι.} ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός. {Μη.} ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν. (700) {Αι.} δίδωσι δ' αὐτῶι τίς; πέραινέ μοι λόγον. {Μη.} Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας. {Αι.} συγγνωστὰ μέν τἄρ' ἦν σε λυπεῖσθαι, γύναι. {Μη.} ὄλωλα• καὶ πρός γ' ἐξελαύνομαι χθονός. {Αι.} πρὸς τοῦ; τόδ' ἄλλο καινὸν αὖ λέγεις κακόν. (705) {Μη.} Κρέων μ' ἐλαύνει φυγάδα γῆς Κορινθίας. {Αι.} ἐᾶι δ' Ἰάσων; οὐδὲ ταῦτ' ἐπήινεσα. {Μη.} λόγωι μὲν οὐχί. καρτερεῖν δὲ βούλεται. ἀλλ' ἄντομαί σε τῆσδε πρὸς γενειάδος γονάτων τε τῶν σῶν ἱκεσία τε γίνομαι, (710) οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα καὶ μή μ' ἔρημον ἐκπεσοῦσαν εἰσίδηις δέξαι δὲ χώραι καὶ δόμοις ἐφέστιον. οὕτως ἔρως σοι πρὸς θεῶν τελεσφόρος γένοιτο παίδων καὐτὸς ὄλβιος θάνοις. (715) εὕρημα δ' οὐκ οἶσθ' οἷον ηὕρηκας τόδε• παύσω γέ σ' ὄντ' ἄπαιδα καὶ παίδων γονὰς σπεῖραί σε θήσω• τοιάδ' οἶδα φάρμακα. {Αι.} πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν, @1 γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν, (720) ἔπειτα παίδων ὧν ἐπαγγέλληι γονάς• ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ. οὕτω δ' ἔχει μοι• σοῦ μὲν ἐλθούσης χθόνα, πειράσομαί σου προξενεῖν δίκαιος ὤν. [τοσόνδε μέντοι σοι προσημαίνω, γύναι• (725) ἐκ τῆσδε μὲν γῆς οὔ σ' ἄγειν βουλήσομαι.] ἐκ τῆσδε δ' αὐτὴ γῆς ἀπαλλάσσου πόδα• (729) αὐτὴ δ' ἐάνπερ εἰς ἐμοὺς ἔλθηις δόμους, (727) μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι• ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω. (730) {Μη.} ἔσται τάδ'• ἀλλὰ πίστις εἰ γένοιτό μοι τούτων, ἔχοιμ' ἂν πάντα πρὸς σέθεν καλῶς. {Αι.} μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές; {Μη.} πέποιθα• Πελίου δ' ἐχθρός ἐστί μοι δόμος Κρέων τε. τούτοις δ' ὁρκίοισι μὲν ζυγεὶς (735) ἄγουσιν οὐ μεθεῖ' ἂν ἐκ γαίας ἐμέ• λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος φίλος γένοι' ἂν κἀπικηρυκεύμασιν τάχ' ἂν πίθοιο• τἀμὰ μὲν γὰρ ἀσθενῆ, τοῖς δ' ὄλβος ἐστὶ καὶ δόμος τυραννικός. (740) {Αι.} πολλὴν ἔδειξας ἐν λόγοις προμηθίαν• ἀλλ', εἰ δοκεῖ σοι, δρᾶν τάδ' οὐκ ἀφίσταμαι ἐμοί τε γὰρ τάδ' ἐστὶν ἀσφαλέστερα, σκῆψίν τιν' ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι, τὸ σόν τ' ἄραρε μᾶλλον. ἐξηγοῦ θεούς. (745) {Μη.} ὄμνυ πέδον Γῆς πατέρα θ' Ἥλιον πατρὸς τοὐμοῦ θεῶν τε συντιθεὶς ἅπαν γένος. {Αι.} τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε. {Μη.} μήτ' αὐτὸς ἐκ γῆς σῆς ἔμ' ἐκβαλεῖν ποτε, μήτ' ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν (750) χρήιζηι μεθήσειν ζῶν ἑκουσίωι τρόπωι. {Αι.} ὄμνυμι Γαῖαν φῶς τε λαμπρὸν Ἡλίου θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω. {Μη.} ἀρκεῖ• τί δ' ὅρκωι τῶιδε μὴ 'μμένων πάθοις; {Αι.} ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν. (755) {Μη.} χαίρων πορεύου• πάντα γὰρ καλῶς ἔχει. κἀγὼ πόλιν σὴν ὡς τάχιστ' ἀφίξομαι, πράξασ' ἃ μέλλω καὶ τυχοῦσ' ἃ βούλομαι.