Λυ. εἶθ' ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι, (591) μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐάσω, περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι. Πρ. οὔκουν χἄνδρες γηράσκουσιν; Λυ. μὰ Δί' ἀλλ' οὐκ εἶπας ὅμοιον. (594,bis) ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν· (595) τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ 'πιλάβηται, οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται. Πρ. ἀλλ' ὅστις ἔτι στῦσαι δυνατὸς— Λυ. σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις; χωρίον ἔστιν· σορὸν ὠνήσει· (600) μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω. λαβὲ ταυτὶ καὶ στεφάνωσαι. Γρ. Α. καὶ ταυτασὶ δέξαι παρ' ἐμοῦ. Γρ. Β. καὶ τουτονγὶ λαβὲ τὸν στέφανον. Γρ. Γ. καὶ τουτονγὶ λαβὲ τὸν στέφανον. Λυ. τοῦ δεῖ; τί ποθεῖς; χώρει 'ς τὴν ναῦν· (605) ὁ Χάρων σε καλεῖ, σὺ δὲ κωλύεις ἀνάγεσθαι. Πρ. εἶτ' οὐχὶ δεινὸν ταῦτα πάσχειν ἔστ' ἐμέ; νὴ τὸν Δί' ἀλλὰ τοῖς προβούλοις ἄντικρυς ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω. (610) Λυ. μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε; ἀλλ' εἰς τρίτην γοῦν ἡμέραν σοι πρῲ πάνυ ἥξει παρ' ἡμῶν τὰ τρίτ' ἐπεσκευασμένα. Χο. Γε. οὐκέτ' ἔργον ἐγκαθεύδειν ὅστις ἔστ' ἐλεύθερος. [στρ.} ἀλλ' ἐπαποδυώμεθ', ἄνδρες, τουτῳὶ τῷ πράγματι. (615) ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων πραγμάτων μοι δοκεῖ, καὶ μάλιστ' ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος· (618-19) καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς (620) δεῦρο συνεληλυθότες ἄνδρες εἰς Κλεισθένους τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρουσιν δόλῳ καταλαβεῖν τὰ χρήμαθ' ἡμῶν τόν τε μισθόν, (623-24) ἔνθεν ἔζων ἐγώ. (625) δεινὰ γάρ τοι τάσδε γ' ἤδη τοὺς πολίτας νουθετεῖν, καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι, καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς, οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι. ἀλλὰ ταῦθ' ὕφηναν ἡμῖν, ἄνδρες, ἐπὶ τυραννίδι. (630) ἀλλ' ἐμοῦ μὲν οὐ τυραννεύσουσ', ἐπεὶ φυλάξομαι καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί, ἀγοράσω τ' ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι, ὧδέ θ' ἑστήξω παρ' αὐτόν· αὐτὸ γάρ μοι γίγνεται τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον. (635) Χο. Γυ. οὐκ ἄρ' εἰσιόντα σ' οἴκαδ' ἡ τεκοῦσα γνώσεται. [ἀντ.] ἀλλὰ θώμεσθ', ὦ φίλαι γρᾶες, ταδὶ πρῶτον χαμαί. ἡμεῖς γάρ, ὦ πάντες ἀστοί, λόγων κατάρχομεν τῇ πόλει χρησίμων· εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με. (640) ἑπτὰ μὲν ἔτη γεγῶσ' εὐθὺς ἠρρηφόρουν· (641-42) εἶτ' ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι· (643-44) καὶ χέουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις· (645) κἀκανηφόρουν ποτ' οὖσα παῖς καλὴ 'χουσ' ἰσχάδων ὁρμαθόν. ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι; εἰ δ' ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι, ἢν ἀμείνω γ' εἰσενέγκω τῶν παρόντων πραγμάτων. (650) τοὐράνου γάρ μοι μέτεστι· καὶ γὰρ ἄνδρας εἰσφέρω. τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ' ὑμῖν, ἐπεὶ τὸν ἔρανον τὸν γενόμενον παππῷον ἐκ τῶν Μηδικῶν ἐξαναλώσαντες οὐκ ἀντεισφέρετε τὰς εἰσφοράς, ἀλλ' ὑφ' ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν. (655) ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με, τῷδέ σ' ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον. Χο. Γε. ταῦτ' οὖν οὐχ ὕβρις τὰ πράγματ' ἐστὶ πολλή; [στρ.] (658-59) κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον. (660) ἀλλ' ἀμυντέον τὸ πρᾶγμ', ὅστις γ' ἐνόρχης ἔστ' ἀνήρ. ἀλλὰ τὴν ἐξωμίδ' ἐκδυώμεθ', ὡς τὸν ἄνδρα δεῖ ἀνδρὸς ὄζειν εὐθύς, ἀλλ' οὐκ ἐντεθριῶσθαι πρέπει. ἀλλ' ἄγετε, λευκόποδες, οἵπερ ἐπὶ Λειψύδριον ἤλθομεν ὅτ' ἦμεν ἔτι, (665) νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι (666-69) πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε. (670)