Acherontas - Human Life to Age Abundant Spare (Hymn to Thanatos) lyrics

Published

0 130 0

Acherontas - Human Life to Age Abundant Spare (Hymn to Thanatos) lyrics

Κλῦθί μευ, ὃς πάντων θνητῶν οἴηκα κρατύνεις πᾶσι διδοὺς χρόνον ἁγνόν, ὅσων πόρρωθ᾽ ὑπάρχεις· σὸς γὰρ ὕπνος ψυχῆς θραύει καὶ σώματος ὁλκόν, ἡνίκ᾽ ἂν ἐκλύηις φύσεως κεκρατημένα δεσμὰ τὸν μακρὸν ζώιοισι φέρων αἰώνιον ὕπνον, κοινὸς μὲν πάντων, ἄδικος δ᾽ ἐνίοισιν ὑπάρχων, ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς· ἐν σοὶ γὰρ μούνωι πάντων τὸ κριθὲν τελεοῦται· οὔτε γὰρ εὐχαῖσιν πείθηι μόνος οὔτε λιταῖσιν. ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν αἰτοῦμαι, θυσίαισι καὶ εὐχωλαῖς λιτανεύων, ὡς ἂν ἔοι γέρας ἐσθλὸν ἐν ἀνθρώποισι τὸ γῆρας.