Published 2016-11-03
0 162 0
Φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ᾽ ἀείδει ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα Πηνειόν· σὲ δ᾽ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.