Euripides - Medea (Greek) 364-385 lyrics

Published

0 207 0

Euripides - Medea (Greek) 364-385 lyrics

{Μη.} κακῶς πέπρακται πανταχῆι· τίς ἀντερεῖ; ἀλλ' οὔτι ταύτηι ταῦτα, μὴ δοκεῖτέ πω. (365) ἔτ' εἴσ' ἀγῶνες τοῖς νεωστὶ νυμφίοις καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι. @1 δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην; οὐδ' ἂν προσεῖπον οὐδ' ἂν ἡψάμην χεροῖν. (370) ὁ δ' ἐς τοσοῦτον μωρίας ἀφίκετο ὥστ', ἐξὸν αὐτῶι τἄμ' ἑλεῖν βουλεύματα γῆς ἐκβαλόντι, τήνδ' ἐφῆκεν ἡμέραν μεῖναί μ', ἐν ἧι τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς θήσω, πατέρα τε καὶ κόρην πόσιν τ' ἐμόν. (375) πολλὰς δ' ἔχουσα θανασίμους αὐτοῖς ὁδούς, οὐκ οἶδ' ὁποίαι πρῶτον ἐγχειρῶ, φίλαι· πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί, ἢ θηκτὸν ὤσω φάσγανον δι' ἥπατος, σιγῆι δόμους ἐσβᾶσ' ἵν' ἔστρωται λέχος. (380) ἀλλ' ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι δόμους ὑπερβαίνουσα καὶ τεχνωμένη, θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων. κράτιστα τὴν εὐθεῖαν, ἧι πεφύκαμεν σοφοὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν.