Anacreonte - Puledra tracia lyrics

Published

0 190 0

Anacreonte - Puledra tracia lyrics

fr.78 Gent. Πῶλε Θρηικίη, τί δή με λοξὸν ὄμμασι βλέπουσα νηλέως φεύγεις, δοκεῖς δέ μ' οὐδὲν εἰδέναι σοφόν; Ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι, ἡνίας δ' ἔχων στρέφοιμί σ' ἀμφὶ τέρματα δρόμου• νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις, δεξιὸν γὰρ ἱπποπείρην οὐκ ἔχεις ἐπεμβάτην.